Mark 8:1-10

1Ἐν ἐκείναις ταῖς ἡμέραις
 πάλιν πολλοῦ = WH Treg NA/NIV: || παμπόλλου = RP
πάλιν πολλοῦ ⸃ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν,
 προσκαλεσάμενος = WH Treg NA/NIV: || προσκαλεσάμενος ὁ Ἰησοῦς = RP
προσκαλεσάμενος τοὺς
 μαθητὰς = WH Treg NA/NIV: || μαθητὰς αὐτοῦ = RP
μαθητὰς λέγει αὐτοῖς·
2Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· 3καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ·
 καί τινες = WH Treg NA/NIV: || τινὲς γὰρ = RP
καί τινες ⸃ αὐτῶν
 ἀπὸ = WH Treg NA/NIV: || [omit] = RP
ἀπὸ μακρόθεν
 ἥκασιν = Treg NA/NIV: || εἰσίν = WH; || ἥκουσιν = RP
ἥκασιν.
4καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ
 ὅτι = WH Treg NA/NIV: || [omit] = RP
ὅτι Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾽ ἐρημίας;
5καὶ
 ἠρώτα = WH Treg NA/NIV: || ἐπηρώτα = RP
ἠρώτα αὐτούς· Πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπαν· Ἑπτά.
6καὶ
 παραγγέλλει = WH Treg NA/NIV: || παρήγγειλεν = RP
παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα
 παρατιθῶσιν = WH Treg NA/NIV: || παραθῶσιν = RP
παρατιθῶσιν καὶ παρέθηκαν τῷ ὄχλῳ.
7καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας
 αὐτὰ = WH Treg NA/NIV: || [omit] = RP
αὐτὰ εἶπεν
 καὶ ταῦτα παρατιθέναι = WH Treg NA/NIV: || παραθεῖναι καὶ αὐτά = RP
καὶ ταῦτα παρατιθέναι ⸃.
8
 καὶ ἔφαγον = WH Treg NA/NIV: || Ἔφαγον δέ = RP
καὶ ἔφαγον ⸃ καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας.
9ἦσαν
 δὲ = WH NA/NIV: || δὲ οἱ φαγόντες = Treg RP
δὲ ὡς τετρακισχίλιοι. καὶ ἀπέλυσεν αὐτούς.
10καὶ
 εὐθὺς = WH Treg NA/NIV: || εὐθέως = RP
εὐθὺς ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.

Copyright information for SBLG